Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.288 Joseph. BJ 4.295 (English) >>Joseph. BJ 4.302

4.292τοῖς μὲν οὖν θερμοτέροις ἐδόκει μετὰ τῶν ὅπλων βιάζεσθαι τοὺς παραφυλάσσοντας, ἔπειτα δʼ εἰσπεσόντας εἰς μέσον τῆς πόλεως ἀναφανδὸν ἀνοίγειν τοῖς συμμάχοις τὰς πύλας· 4.293τούς τε γὰρ φύλακας εἴξειν πρὸς τὸ ἀδόκητον αὐτῶν τεταραγμένους ἄλλως τε καὶ τοὺς πλείονας αὐτῶν ὄντας ἀνόπλους καὶ πολέμων ἀπείρους, καὶ τῶν κατὰ τὴν πόλιν δυσσύνακτον ἔσεσθαι τὸ πλῆθος κατειλημένον ὑπὸ τοῦ χειμῶνος εἰς τὰς οἰκίας. 4.294εἰ δὲ καί τις γένοιτο κίνδυνος, πρέπειν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν περιιδεῖν τοσοῦτον πλῆθος διʼ αὐτοὺς αἰσχρῶς ἀπολλύμενον. 4.295οἱ δὲ συνετώτεροι βιάζεσθαι μὲν ἀπεγίνωσκον ὁρῶντες οὐ μόνον τὴν αὐτῶν φρουρὰν πληθύουσαν ἀλλὰ καὶ τὸ τῆς πόλεως τεῖχος διὰ τοὺς Ἰδουμαίους ἐπιμελῶς φυλασσόμενον, 4.296ᾤοντό τε πανταχοῦ τὸν Ἄνανον παρεῖναι καὶ κατὰ πᾶσαν ὥραν ἐπισκέπτεσθαι

-- --

τὰς φυλακάς· 4.297 δὴ ταῖς μὲν ἄλλαις νυξὶν οὕτως εἶχεν, ἀνείθη δὲ κατʼ ἐκείνην, οὐ κατὰ τὴν Ἀνάνου ῥᾳθυμίαν, ἀλλʼ ὡς αὐτὸς ἐκεῖνος ἀπόλοιτο καὶ τὸ πλῆθος τῶν φυλάκων στρατηγούσης τῆς εἱμαρμένης, 4.298 δὴ καὶ τότε τῆς νυκτὸς προκοπτούσης καὶ τοῦ χειμῶνος ἐπακμάζοντος κοιμίζει μὲν τοὺς ἐπὶ τῇ στοᾷ φρουρούς, τοῖς δὲ ζηλωταῖς ἐπίνοιαν ἐμβάλλει τῶν ἱερῶν αἴροντας πριόνων ἐκτεμεῖν τοὺς μοχλοὺς τῶν πυλῶν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.288 Joseph. BJ 4.295 (English) >>Joseph. BJ 4.302

Powered by PhiloLogic